Ancient Greek
2.420.2
Joannes Stobaeus Anthologus, Anthologium 2.420.2
Unproofread scanNot analysed yet
Οἶμαι τοίνυν καὶ τὰ τέλη διάφορα ὄντα καὶ τοὺς τρόπους τῆς καθόδου τῶν ψυχῶν ποιεῖν διαφόρους. Ἡ μὲν γὰρ ἐπὶ σωτηρίᾳ καὶ καθάρσει καὶ τελειότητι τῶν τῇδε κατιούσα ἄχραντον ποιεῖται καὶ τὴν κάθοδον· ἡ δὲ διὰ γυμνασίαν καὶ ἐπανόρθωσιν τῶν οἰκείων ἡθῶν ἐπιστρεφομένη περὶ τὰ σώματα οὐκ ἀπαθὴς ἐστι παντελῶς, 10 οὐδὲ ἀφεῖται ἀπόλυτος καθ’ ἑαυτήν· ἡ δὲ ἐπὶ δίκῃ καὶ κρίσει δεῦρο κατερχομένη συρμομένη πως ἔοικε καὶ συνελαυνομένη. <Τινὲς δὲ τῶν νεωτέρων οὐχ οὕτως> διακρίνουσιν, οὐκ ἔχοντες δὲ σκοπὸν τῆς διαφορότητος εἰς 15 ταῦτὸ συγχέουσι τὰς ἐνσωματώσεις τῶν ὅλων, κακῶς τε εἶναι πάσας διισχυρίζονται καὶ διαφερόντως οἱ περὶ Κρόνιον τε καὶ Νομήριον (fr. 50 p. 70 Theding.) καὶ Ἁρποκρατίωνα. Δεῖ δὲ πον καὶ τοὺς βίους τῶν ψυχῶν κατανοεῖν πρὸν ἐλθεῖν εἰς σῶμα, ὡς ἄρα καὶ οὕτοι 20 πολλὴν ἔχουσιν ἐν ἑαυτοῖς διάστασιν· ἀπὸ δὲ διαφόρων τρόπων ζωῆς διάφορον ποιοῦνται ἑαυτῶν καὶ τὴν πρώτην σύνοδον. Οἱ τε γὰρ νεοτελεῖς καὶ πολυθεάμονες τῶν ὄντων, οἱ τε συνοπαδοὶ καὶ συγγενεῖς τῶν θεῶν, οἱ τε παντελεῖς καὶ ὁλόκληρα τὰ εἴδη τῆς ψυχῆς περιέχοντες, πάντες 25 ἀπαθεῖς καὶ ἀκήραιοι ἐμφύονται πρῶτως εἰς τὰ σώματα· οἱ δὲ ἀπὸ τῶν ἐπιθυμιῶν ἤδη ἀναπεπλησμένοι καὶ ἄλλων παθῶν μεστοὶ μετὰ παθῶν συνέρχονται πρῶτως τοῖς σώμασι.