Ancient Greek
2.421.1
Joannes Stobaeus Anthologus, Anthologium 2.421.1
Unproofread scanNot analysed yet
41 (37 H.) Ἐν ταύτῳ. Κατὰ δ᾽ Ἱπποκράτην, τὸν τῶν Ἀσκληπιαδῶν, ὅταν πλασθῇ τὸ σπέρμα (τότε γὰρ ἐπιτηδείως ἔχειν αὐτὸ μεταλαμβάνειν ζωῆς), κατὰ δὲ Πορφύριον ἐν τῇ πρώτῃ ἀπογεννήσει τοῦ τικτομένου πρώτως ἢ κατ᾽ ἐνέργειαν ζωοποιία καὶ παρουσία τῆς ψυχῆς φύεται. Γένοιτο δ᾽ ἄν καὶ ἄλλη τις δόξα οὐδέπω καὶ νῦν ὁριθεῖσα, ἢ λέγουσα πλείονας μὲν εἶναι τὰς δυνάμεις καὶ τὰς οὐσίας τῆς ψυχῆς, κατὰ καιροὺς δὲ ἄλλοτε ἄλλους, ἧπερ ἂν ἐπιτηδείως ἔχῃ τὸ γιγνόμενον σῶμα, τὰ μὲν πρῶτα τῆς φύσεως μεταλαμβάνειν, ἔπειτα τῆς αἰσθήσεως, εἶτα τῆς ὀρμητικῆς ζωῆς καὶ τότε διὰ τῆς λογικῆς ψυχῆς, ἐπὶ δὲ τῇ τέλει τῆς νοερᾶς. Τοσαῦτα καὶ ἢ κατὰ τοὺς χρόνους συμφυομένη κοινωνία τῶν ψυχῶν πρὸς τὰ σώματα δέχεται δοξάσματα.