Ancient Greek
2.421.3
Joannes Stobaeus Anthologus, Anthologium 2.421.3
Unproofread scanNot analysed yet
Ἄλλὰ μὴν ἐν γε τῷ τόπῳ τῆς εἰσόδου τῶν ψυχῶν, καθ᾽ ὃν ἐπιζητοῦμεν πῶς εἰσχωρίνεται, μία μὲν ἐστι τριπλῆ δόξα ἢ ἐλκοῦσα ἀπὸ τῶν ἔκτος τὴν ψυχὴν ἐν τῇ καλουμένῃ συλλήψει ἢ διὰ προθυμίαν τοῦ γεννώντος διὰ τῆς ἀναπνοῆς, ἢ διὰ προθυμίαν τῆς ὑποδεχομένης [μήτρας], ὅταν αὐτὴ ἐπιτηδείως ἔχῃ πρὸς τὴν κράτησιν, ἢ διὰ συμπάθειαν ἀμφοῖν, ὅταν κοινῇ συμπνέοντα ἀμφοτέρα ἐλκτικὴν ἔχῃ τὴν ἰδιότητα συγχουωμένης καὶ τῆς φύσεως· ἢ δὲ κατ᾽ ἀνάγκην εἰσδύνειν ποιεῖ τὴν αὐτοκίνητον εἰς τὸ ὀργανικὸν σῶμα ἤτοι ἀπὸ τοῦ παντός, ἢ τῆς ὅλης ψυχῆς, ἢ τῆς δημιουργίας πάσης.