Ancient Greek
2.426.8
Joannes Stobaeus Anthologus, Anthologium 2.426.8
Unproofread scanNot analysed yet
καὶ ἕως ὁ τῶν συμπάντων οὐκ ἐβούλετο τεχνίτης ἀγνοσία κατεῖχε τὰ ξύμπαντα· ὅτε δὲ ἔκρινεν αὐτὸν ὅστις ἐστὶ Ἄλλ’ ἢν αὐτῷ διάδοχος ὁ Τάτ, υἱὸς ὁμοῦ καὶ παραλίπτωρ τῶν μαθημάτων τούτου, οὐκ εἰς μαχρὰν δὲ καὶ Ἀσκληπιὸς ὁ Ἱμοῦθης, Πανὸς καὶ Ἡφαιστοβούλης, ἄλλοι τε ὅσοι τῆς οὐρανοῦ θεωρίας πιστὴν ἀκρίβειαν ἐμελλον βουλομένης τῆς πάντων βασιλίδος ἱστορῆσαι προνοίας. Ἑρμῆς μὲν οὖν ἀπελογεῖτο τῇ περιέχοντι, ὡς οὐδὲ τῇ παιδὶ παρἔδωκεν ὁλοτελῆ θεωρίαν διὰ τὸ ἐπὶ τῆς ἡλικίας νεοειδές· ἐμοὶ δὲ τῆς ἀνατολῆς γενομένης τοῖς πάντα βλέπουσιν ὀφθαλμοῖς τὰ τῆς ἀνατολῆς θεωρήσαντι ἀειδῆ καὶ ἐπισκοποῦντι βραδέως μὲν ἀλλ’ οὖν ἤλθεν ἡ ἀκριβὴς διάγνωσις πλησίον τῶν Ὀσῖριδος χρυφίων ἀποθέσθαι τὰ ἱερὰ τῶν κοσμικῶν στοιχείων σύμβολα. [Ἐπικατευξάμενος δὲ καὶ τοὺς λόγους τούσδε εἰπαὶν εἰς οὐρανὸν ἀπήλθεν.]