Ancient Greek
2.427.2 to 2.428.1
Joannes Stobaeus Anthologus, Anthologium 2.427.2-2.428.1
Unproofread scanNot analysed yet
Ἄλλ’ οὐ κατῆχον ἀτελῆ τὴν ἐπαγγελίαν, ὦ τέκνον, ταύτην με καταλεῖψαι, εἰπεῖν δ’ ὅσα τὰς βίβλους κατατιθέμενος ἐξείπεν Ἑρμῆς. Ἐξείπε γὰρ οὕτως· “Ὦ ἱεραὶ βίβλοι, τῶν ἀφθάρτων αἱ τετεύχατέ μου χειρῶν, ὅς τῇ τῆς ἀφθαρσίας φαρμάκῳ χρείας ἐπιχρατῶ, ἀσπαεῖς παντὸς αἰῶνος καὶ ἀφθαρτοὶ διαμεῖνατε χρόνους, ἀθεώρητοι καὶ ἀνέρετοι γιγνόμεναι παντὶ τῷ τὰ γῆς ταύτης παραδεύειν μέλλοντι πεδία, ἄχρις οὗ γέρων οὐρανὸς συστήματα ἐμῶν ἀξία τεκνώσεται, ὅς ψυχὰς ὁ δημιουργὸς προσηγόρευσε.” Τοσαῦτα εἰπὼν τὰς βίβλους [καὶ] τοῖς ἑαυτοῦ κατενέξαμενος ἔργοις ἰδίαις τεμενίζεται ζώαις.