Ancient Greek
2.445.1
Joannes Stobaeus Anthologus, Anthologium 2.445.1
Unproofread scanNot analysed yet
S. 44 (40 H.) ΕΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ ὑπὸ πάντων· ὁ ἐπιχθόνιος σου κόσμος πεπληρωμένος Θεὸν οὐκ ἔχει. πάντα γάρ, ὁ φοβηθῶσιν οὐκ ἔχοντες, παρανομοῦσι καὶ κατ’ ἡμῶν, ὦ κύριε, τενόντων πᾶση πονηρᾷ τέχνῃ καταπίπτουσι. καταβρέχομαι δὲ πᾶσα διαφθειρομένη σωμάτων χυλοῖς. ἐντεῦθεν, κύριε, καὶ τοὺς οὐκ ἀξίους ἀναγκάζομαι χωρεῖν. χωρήσαι θέλω μεθ’ ὧν φέρω πάντων καὶ Θεόν. χάρισαι τῇ γῇ κἂν οὐ σεαυτόν, οὐ γὰρ σε χωρεῖν ὑπομένω, σαυτοῦ τινα ἱερὰν ἀπόρροιαν. στοιχείων τιμιωτέραν τῶν ἄλλων τὴν γῆν μεταποιήσον. μόνη γὰρ αὐχεῖν τῶν ἀπὸ σοῦ πρέπει τὰ πάντα παρεχούση.”