Ancient Greek
2.445.3
Joannes Stobaeus Anthologus, Anthologium 2.445.3
Unproofread scanNot analysed yet
Τοσαῦτα μὲν τὰ στοιχεῖα εἶπεν· ὁ δὲ Θεὸς ἱερὰς ἐν τῷ λέγειν φωνῆς τὰ σύμπαντα πληρώσας, “Πορεύεσθε”, εἶπεν, “ἱερὰ καὶ μεγάλου πατρὸς ἀξία τέκνα, καὶ κατὰ μηδένα τρόπον νεωτερίζειν ἐπιχειρεῖτε μηδὲ ἀργὸν τῆς ἐξ αὐτῶν ὑπηρεσίας τὸν σύμπαντά μου κόσμον καταλείπετε. ἕτερα γὰρ ἐν ὑμῖν τις ἤδη τῆς ἐμῆς ἀπόρροια φύσεως, ὃς δὴ καὶ ὅσιος ἔσται τῶν πραττομένων ἐπόπτης καὶ ζώντων μὲν κριτὴς ἀμεθόδευτος, φρικτὸς δ’ οὐ μόνον ἀλλὰ καὶ τιμωρὸς τῶν ὑπὸ γῆν τύραννος. καὶ ἑκάστῳ δὲ τῶν ἀνθρώπων ἀκολουθήσει διὰ γένους μισθὸς ἐπάξιος.”