Ancient Greek
2.447.1
Joannes Stobaeus Anthologus, Anthologium 2.447.1
Unproofread scanNot analysed yet
ἔστησαν ἐν γῇ· οὗτοι τὸ φθόριμον τῶν σωμάτων ἐπιγνόντες τὸ ἐν ἅπασι τέλειον τῶν προφητῶν ἔτεχνάσαντο, ὡς μήποτε ὁ μέλλων θεοῖς προσάγειν χεῖρας προφήτης ἀγνοῇ τι τῶν ὄντων· ἵνα φιλοσοφία μὲν καὶ μαγεία ψυχὴν τρέφῃ, σῶζῃ δ’ ὅταν τι πάσχῃ ἰατρικὴ σῶμα. Ταῦτα πάντα ποιήσαντες, ὦ τέκνον, Ὀσίρις τε κἀγώ, τὸν κόσμον πληρέστατον ἰδόντες ἀπητοῦμεθα λοιπὸν ὑπὸ τῶν τὸν οὐρανὸν κατοικούντων, ἀλλ’ οὐκ ἦν ἀνελθεῖν, πρὶν ἐπικαλεσασθαι τὸν μόναρχον, ἵνα δὴ καὶ τῆς θεωρίας ταύτης πλήρες τὸ περιέχον γένηται αὐτοῖς τε εὐπαραδέκτον ἐντυχήσωμεν τῇ ἀνάβασιν. **χαίρει γὰρ ὑμνοῖς ὁ θεός. “„Ω τεκοῦσα“, εἶπεν Ὦρος, „κἀμοὶ χάρισαι τὴν τοῦ ὕμνου ἐπίγνωσιν, ὡς μὴ ἄμαθὴς ὑπάρχω“. Καὶ εἶπεν Ἰσις· „Πρόσδεχε, παῖ“.