Ancient Greek
2.447.3
Joannes Stobaeus Anthologus, Anthologium 2.447.3
Unproofread scanNot analysed yet
„Σὺ δέ, ὦ παῖ μεγαλόψυχε, εἰ τι θέλεις ἕτερον, ἐπερώτα. “Καὶ εἶπεν Ὦρος· „Ω πολυτίμητε μήτερ, εἰδῆσαι θέλω, πῶς γίγνονται βασιλικαὶ ψυχαί; “Καὶ εἶπεν Ἰσις· „Ἡ γιγνομένη, τέκνον Ὦρε, περὶ τὰς βασιλικὰς ψυχὰς διαφορὰ τοιαύτη τις ἐστιν. Ἐπεὶ γὰρ τόποι τέσσαρες εἰσὶν ἐν τῷ παντὶ οἵτινες ἀπαραβάτῳ νόμῳ καὶ προστασίᾳ ὑποπίπτουσιν, ὁ τε οὐρανὸς καὶ αἰθήρ καὶ ὁ ἀὴρ καὶ ἡ ἱερωτάτη γῆ, [καὶ] ἄνω μὲν, ὦ τέκνον, ἐν οὐρανῷ θεοὶ κατοικοῦσιν, ὧν ἄρχει μετὰ καὶ τῶν ἄλλων πάντων ὁ τῶν ὅλων δημιουργός· ἐν δὲ τῷ αἰθέρι ἀστέρες, ὧν ἄρχει ὁ μέγας φωστήρ ἥλιος· ἐν δὲ τῷ ἀέρι ψυχαὶ δαιμόνιοι, ἃν ἄρχει σελήνη· ἐπὶ δὲ τῆς γῆς ἄνθρωποι καὶ τὰ λοιπὰ ζῷα, ὧν ἄρχει ὁ κατὰ καιρὸν γεγόμενος βασιλεύς. Γεννῶσι γάρ, ὦ τέκνον, βασιλεῖς οἱ θεοὶ ἐπαξίους τῆς ἐπιγείου γονῆς καὶ εἰσιν οἱ ἄρχοντες τοῦ βασιλέως ἀπόρροιαι,