Ancient Greek
2.449.1
Joannes Stobaeus Anthologus, Anthologium 2.449.1
Unproofread scanNot analysed yet
S. 45 (41 H.) EΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ ἄνω Δίκη τὴν ἀξίαν ἑκάστη νέμειν, χὰν ἐκ τῆς εὐημερούσης χώρας ἀπωθῶνται. Ὅταν οὖν οἱ κατάγοντες αὐτὴν ἄγγελοι καὶ δαίμονες, τέκνον Ὦρε, πολεμικοὶ ὦσι, τούτων περικρατεῖν τῆς γνώμης ἡ ψυχὴ ἔχει ἡ ἐπιλαθόμενη τῶν 5 ἑαυτῆς ἔργων, μᾶλλον δὲ μεμνημένη τούτων μέχρι τῶν τῆς ἑτέρας συνοδίας προσγεγονότων· ὅταν δὲ εἰρηνικοί, τότε καὶ αὐτὴ τὸν ἴδιον δρόμον εἰρηνοποιεῖται· ὅταν δὲ δικαστικοί, τότε καὶ αὐτὴ δικάζει· ὅταν δὲ μουσικοί, τότε καὶ αὐτὴ ἀδει· ὅταν δὲ φιλαλήθεις, τότε καὶ αὐτὴ φιλο- 10 σοφεῖ. Ὡς γὰρ ἐξ ἀνάγκης αἱ ψυχαὶ αὗται τῆς τῶν καταγόντων περικρατοῦσι γνώμης, πίπτουσι γὰρ εἰς τὴν ἀνθρωπότητα τῆς μὲν ἰδίας φύσεως ἐπιλαθόμεναι καὶ παρόδον μαχρὰν αὐτῆς ἀπέστησαν, μέμνηνται δὲ τῆς τῶν κατακλεικλεισάντων αὐτὰς διαθέσεως“.