Ancient Greek
2.449.3
Joannes Stobaeus Anthologus, Anthologium 2.449.3
Unproofread scanNot analysed yet
„Καλῶς“, εἶπεν Ὦρος, „ἀπαντά μοι, ὦ τεκοῦσα, πῶς 15 δὲ εὐγενεῖς γίγνονται ψυχαί, οὐδέπω μοι διηγῆσω“. „Ὅν τρόπον ἐπὶ γῆς, ὦ τέκνον Ὦρε, εἰσὶ τινες πολιτεῖαι διαφέρουσαι ἀλλήλων, οὕτως καὶ ἐπὶ τῶν ψυχῶν ἐστι. Καὶ αὗται γὰρ τόπους ἔχουσιν ὅθεν ὀρμῶσι, καὶ ἡ ἀπὸ τοῦ ἐνδοξοτέρου τόπου ὀρμηκνία εὐγενεστέρα ἐστὶ τῆς μὴ 20 οὕτως ἔχουσης. Ὅπερ γὰρ τρόπον ἐπ’ ἀνθρώποις ὁ ἐλεύθερος εὐγενέστερος εἶναι δοκεῖ δούλου (τὸ γὰρ ἐν ταῖς ψυχαῖς ὑπερέχον καὶ βασιλικὸν δουλοποιεῖ τὸ ὑπερἐχόμενον ἐξ ἀνάγκης), οὕτω δή, ὦ τέκνον, καὶ <ἐπὶ τῶν 25 ψυχῶν ἐστιν>“.