Ancient Greek
2.462.1
Joannes Stobaeus Anthologus, Anthologium 2.462.1
Unproofread scanNot analysed yet
Ἄιδου διαλαβόντες καὶ περὶ μὲν τῶν τιμωρουμένων ἀφηγησάμενοι συνάπτομεν ἂν τὸν λόγον ἐπὶ τὴν Στύγα, ἣν ἐπὶ τιμωρίᾳ καθ’ Ὅμηρον τῶν ἀμαρτανόντων τετάχθαι δαιμόνων ὑπελήψαμεν. Πληρώσας γὰρ δὴ πάντα θεῶν καὶ τοῖς τόποις ἀφορίσας τὰς βασιλείας, πάλιν τῶν ψυχῶν [1020] ὡς ἀθανάτους εἶναι νενόμικε τόπους τρεῖς εἶναι ὑπελήφφεν· ἕνα μὲν τὸν ἐπίγειον κατὰ τὴν οἰκουμένην ταύτην, καθ’ ἣν τὰ ζῷα καὶ οἱ ἄνθρωποι διατρίβουσιν· ἕτερον δὲ τοῖς δικαίοις ἀφωρισμένον παρὰ τὸν Ὠκεανόν, ὃν Ἡλύσιον καλεῖ πεδίον καὶ ζῶντας ἔτι εἰς αὐτὸν φησιν ἐκπέμπεσθαι. δηλοῖ δὲ ἐπὶ τοῦ Μενελάου τὸ τοιοῦτο λέγων (δ 561—568).