Ancient Greek
2.462.2 to 2.462.3
Joannes Stobaeus Anthologus, Anthologium 2.462.2-3
Unproofread scanNot analysed yet
Σοὶ δ’ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε, Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πῶμον ἐπισπεῖν· ἀλλὰ σ’ Ἡλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς· τῇ περ ῥήιστῃ βιοτῇ πέλει ἄνθρωποισιν, οὐ νιφετοῦ οὐτ’ ἂρ χειμῶν πολὺς οὔτε ποτ’ ὀμβρος· ἀλλ’ αἰεὶ Ζεφύροιο λιγὺ πνεύοντος ἄϊτας Ὠκεανὸς ἀνίησι, ἀναψύχειν . Τούτοις μὲν οὖν καὶ τὰ σώματα παρεῖναι. Τρίτον δὲ τόπον λέγει ὃν ψυχῶν τοῦ σώματος τούτου ἀπολυθεισῶν ὑπελήφον εἶναι τὸν ἐν Ἄιδου, ταύτας δὲ εὐθὺς μὲν χωρεῖν εἰς Ἄιδου, διατρίβειν δὲ τὰς μὲν τῶν ἀτάφων ἔξω τοῦ Ἀχέροντος κατὰ τὰ ἄλλη καὶ τὸν λειμῶνα τῆς Περσεφόνης,