Ancient Greek
2.477.1
Joannes Stobaeus Anthologus, Anthologium 2.477.1
Unproofread scanNot analysed yet
ειωθότων λέγειν· οὐ δή ὑποστάθμην ταῦτα εἶναι καὶ ξιρρεῖν ἀεὶ εἰς τὰ κοῖλα τῆς γῆς. Ἡμᾶς οὖν οἰκοῦντας ἐν τοῖς κοιλοῖς αὐτῆς λεληθέναι καὶ οἴεσθαι ἄνω ἐπὶ γῆς οἰκεῖν, ὥσπερ ἂν εἴ τις ἐν μέσῳ τῷ πυθμένι τοῦ πελάγους οἴκων οἴοιτο ἐπὶ τῆς θαλάττης οἰκεῖν καὶ διὰ τοῦ ὕδατος ὁρῶν τὸν ἥλιον καὶ τὰ ἄλλα ἄστρα τὴν θάλατταν ἠγοῖτο οὐρανὸν εἶναι, διὰ δὲ βραδυτητά τε καὶ ἀσθένειαν μηδεπώποτε ἐπὶ τὰ ἄκρα τῆς θαλάττης ἀφικόμενος μηδὲ ἐωρακὼς εἴη, ἐκδὺς καὶ ἀνακύψας ἐκ τῆς θαλάττης εἰς τὸν ἐνθάδε τόπον, ὅσον καθαρώτερος καὶ καλλίων τυγχάνει ὢν τοῦ παρὰ σρίσι, μηδὲ ἄλλου ἀρχοὺς εἴη τοῦ ἐωρακότος. Ταῦτόν δή τοῦτο καὶ ἡμᾶς πεπονθέναι· οἰκοῦντας γὰρ ἐν τινὶ κοιλῷ τῆς γῆς οἴεσθαι ἐπάνω αὐτῆς οἰκεῖν, καὶ τὸν ἄέρα οὐρανὸν καλεῖν, ὡς διὰ τοῦτον οὐρανοῦ ὄντος τὰ ἄστρα χωροῦντα· τὸ δὲ εἶναι ταῦτόν, ὑπ’ ἀσθενείας καὶ βραδυτητος οὐχ οἷους τε εἶναι ἡμᾶς διεξελθεῖν ἐπ’ ἔσχατον ἄερα· ἐπεὶ, εἴ τις αὐτοῦ ἐπ’ ἄκρα ἐλθοι ἢ πτηνὸς γενόμενος ἀνάπτοιτο, κατιδεῖν ἀνακύψαντα, ὥσπερ [οἱ] ἐνθάδε οἱ ἐκ τῆς θαλάττης ἰχθύες ἀνακύπτοντες ὁρῶσι τὰ ἐνθάδε, οὕτως ἂν τινα καὶ τὰ ἐκεῖ κατιδεῖν· καὶ, εἰ ἡ φύσις ἰκανή ἦν ἀνασχέσθαι θεωροῦσα, γνῶναι ἂν ὅτι ἐκεῖνός ἐστιν ὁ ἀληθῶς οὐρανὸς καὶ τὸ ἀληθινὸν φῶς καὶ ἡ ὡς ἀληθῶς γῆ. Ἥδε μὲν γὰρ ἡ γῆ καὶ οἱ λίθοι καὶ ἅπας ὁ τόπος ὁ ἐνθάδε διεφθαρμένα ἐστὶ καὶ καταβεβρωμένα, ὥσπερ τὰ ἐν τῇ θαλάττῃ ὑπὸ τῆς ἁλμῆς· καὶ οὔτε φῦεται ἀξίων λόγου οὐδὲν ἐν τῇ θαλάττῃ, οὔτε τέλειον, ὡς ἔπος εἰπεῖν, οὐδὲν ἐστι, σῦραγγες δὲ καὶ ἄμμος καὶ πηλὸς ἀμήχανος καὶ βόρβοροι εἰσιν, ὅπου ἂν ἡ γῇ ἢ· καὶ πρὸς τὰ