Ancient Greek
2.478.1
Joannes Stobaeus Anthologus, Anthologium 2.478.1
Unproofread scanNot analysed yet
παρ’ ἡμῖν <κᾶλλη κρίνεσθαι οὐδ’ ὁπωστιοῦν ἄξια· ἐκεῖνα δὲ αὐ τῶν παρ’ ἡμῖν> πολὺ ἂν ἐτι πλεῖον φανείη, διαφέρειν. Εἰ γὰρ δεῖ καὶ μῦθον λέγειν καλόν, ἄξιον ἀκοῦσαι, ὦ Σιμμία, οἷα τυγχάνει τὰ ἐπὶ γῆς ὑπὸ τῷ οὐρανῷ ὄντα. —Ἀλλὰ μὴν, ἔφη ὁ Σιμμίας, ὦ Σώκρατες, ἡμεῖς γε τοῦτου τοῦ μύθου ἡδέως ἂν ἀκούοιμεν. —Λέγεται τοίνυν, ἔφη, ὦ ἑταῖρε, πρῶτον μὲν εἶναι τοιαύτη ἡ γῆ αὕτη ἰδεῖν, ἢ τις ἄνωθεν θεῶτο, ὥσπερ αἱ δωδεκάκτινοι σφαῖραι, ποικίλη, χρώμασι διειλημμένη, ὧν καὶ τὰ ἐνθάδε εἶναι χρώματα, οἷς δή οἱ γραφεῖς καταχρώνται· ἐκεῖ δὲ πᾶσαν τὴν γῆν ἐκ τοιούτων εἶναι καὶ πολὺ ἐτι ἐκ λαμπροτέρων καὶ καθαρωτέρων ἢ τούτων· τὴν μὲν γὰρ ἄλουργήν εἶναι καὶ θαυμαστὴν τὸ κάλλος, τὴν δὲ χρυσοειδῆ, τὴν δὲ ὀσὴ λευκὴ γίγνοι ἢ χιώνος λευκοτέραν, καὶ ἐκ τῶν ἄλλων χρωμάτων συγκειμένην ὡσαύτως, καὶ ἐτι πλειόνων καλλιόνων ἢ ὅσα ἡμεῖς ἐώρακαμεν. Καὶ γὰρ αὐτὰ ταῦτα τὰ κοῖλα αὐτῆς ὕδατός τε καὶ ἀέρος ἐκπλεα ὄντα, χρώματος τι εἶδος παρὰ τὸ εἶδος παρέχεται στίλβοντα ἐν τῇ τῶν ἄλλων χρωμάτων ποικιλία, ὥστε ἐν τι αὐτῆς εἶδος ξυνεχὲς ποικίλον φαντάζεσθαι. Ἐν δὲ τοιαύτῃ οὐσῇ τοιαῦτα ἀνάλογον τὰ φρόμενα φρίεσθαι, δένδρα τε καὶ ἄνθη καὶ τοὺς καρπούς· καὶ αὐ τὰ ὄρη ὡσαύτως καὶ τοὺς λίθους ἔχειν ἀνὰ τὸν αὐτὸν λόγον τὴν τελειότητα καὶ τὴν διαφάνειαν καὶ τὰ χρώματα καλλίω· ὧν καὶ τὰ ἐνθάδε λιθῖδια εἶναι ταῦτα ἀγαπώμενα μόρια, σάρδια τε καὶ ἱάσπιδας καὶ