Ancient Greek
2.480.9
Joannes Stobaeus Anthologus, Anthologium 2.480.9
Unproofread scanNot analysed yet
ὡςπερ εἰς κρατήρας, καὶ ἀεννῶν ποταμῶν ἀμήχανα μεγέθη γῆς ῥέουσιν. Ἡ δὲ αἰτία ἐστὶ τοῦ ἐκρεῖν τε ἐντεύθεν καὶ εἰσρεῖν πάντα τὰ ῥεύματα, ὅτι πυθμένα οὐκ ἔχει οὐδὲ βάσιν τὸ ὑγρὸν τοῦτο. Αἰωρεῖται δὲ καὶ κυμαίνει ἄνω καὶ κάτω, καὶ ὁ ἀήρ καὶ τὸ πνεῦμα τὸ περὶ αὐτὸν ταὐτὸν ποιεῖ· ξυνέπεται γὰρ αὐτῷ καὶ ὅταν εἰς τὸ ἐπέκεινα τῆς γῆς ὁρμῆσῃ καὶ ὅταν εἰς τὸ ἐπὶ τάδε, καὶ ὥσπερ ἐπὶ τῶν ἀναπνεόντων ἀεὶ ἐκπνεῖ τε καὶ ἀναπνεῖ τὸ πνεῦμα ῥέον, <οὕτω καὶ ἐκεῖ ξυναιωρουμένων τῷ ὑγρῷ τὸ πνεῦμα> δεινοὺς τινὰς ἀνέμους καὶ ἀμηχάνους παρέχεται καὶ εἰσιὸν καὶ ἐξιόν. Ὅταν δὲ οὖν ὑποχωρήσῃ τὸ ὕδωρ εἰς τὸν τόπον τὸν δὴ κάτω καλούμενον, τοῖς κατ’ ἐκεῖνα τὰ ῥεύματα τῆς γῆς εἰσρεῖ καὶ πληροῖ αὐτὰ ὥσπερ ἐπαντλοῦντες· ὅταν τε αὐ ἐκεῖθεν ἀπολίπῃ, δεῦρο δὴ ὁρμήσῃ, τὰ ἐνθάδε πληροῖ αὐθίς, τὰ δὲ πληρωθέντα ῥεῖ διὰ τῶν ὀχετῶν καὶ διὰ τῆς γῆς, καὶ εἰς τοὺς τόπους ἕκαστα ἀφικνούμενα, εἰς οὓς ἕκαστοις ὁδοποιεῖται, θάλαττάν τε καὶ λίμνας καὶ ποταμοὺς καὶ κρήνας ποιεῖ· ἐντεύθεν δὲ πάλιν κατὰ τῆς γῆς, τὰ μὲν μακροτέρους τόπους περιελθόντα καὶ πλείους, τὰ δὲ ἐλάττους καὶ βραχυτέρους, πάλιν εἰς τὸν Τάρταρον ἐμβάλλει, τὰ μὲν πολὺ κατωτέρω ἢ ἐπηρτλείτο, τὰ δὲ ὀλίγον· πάντα δὲ ὑποκάτω εἰσρεῖ τῆς ἐχροῆς. Καὶ ἔνια μὲν καταντικρὺ ἢ ἐξέπεσεν, ἔνια δὲ κατὰ τὸ αὐτὸ μέρος· ἐστὶ δὲ ἃ παντάπασι κύκλῳ περιελθόντα, ἢ ἅπαξ ἢ καὶ πλεονάκις περιελιχθέντα περὶ τὴν γῆν ὥσπερ οἱ ὄφεις,