Ancient Greek
2.482.1
Joannes Stobaeus Anthologus, Anthologium 2.482.1
Unproofread scanNot analysed yet
εἰς τὸ δυνατόν κάτω καθέντα πάλιν ἐμβάλλει. Δυνατὸν δ’ ἐστὶν ἐκατέρωσε μέχρι τοῦ μέσου καθιέναι, πέρα δ’ οὐ· ἄναντες γὰρ ἀμφοτέροισ τοῖς ρεύμασι τὸ ἐκατέρωθεν γίνεται μέρος. Τὰ μὲν δι’ ἄλλα πολλὰ τε καὶ μεγάλα καὶ παντοδαπὰ ρεῦματά ἐστι· τυγχάνει δὲ ἄρα ὄντα ἐν 5 τούτοις τοῖς πολλοῖς τέτταρα ρεύματα, ὧν τὸ μὲν μέγιστον καὶ ἐξωτάτω ρέον τὰ περὶ κύκλῳ ὁ καλούμενος Ὠκεανός ἐστι, τοῦτον δὲ καταντικρὺ καὶ ἐναντίως ρέων Ἀχέρων, ὃς δι’ ἑρήμων τε τόπων ῥεῖ ἄλλων καὶ δι’ καὶ ὑπὸ γῆν ρέων εἰς τὴν λίμνην ἀφικνεῖται τὴν Ἀχερουσιάδα 10 οὗ αἱ τῶν τετελευτηκότων ψυχαὶ τῶν πολλῶν ἀφικνοῦνται καὶ τινὰς εἰμαρμένους μείνασαι, αἱ μὲν μαχροτέρους, <αἱ δὲ βραχυτέρους. >πάλιν ἐκπέμπονται εἰς τὰς τῶν ζῴων γενέσεις. Τρίτος δὲ ποταμὸς τούτων κατὰ μέσον ἐκβάλλει καὶ ἐγγὺς τῆς ἐκβολῆς ἐκπίπτει εἰς τόπον 15 μέγαν πυρὶ πολλῷ καιόμενον καὶ λίμνην ποιεῖ μειζῶν τῆς παρ’ ἡμῖν θαλάττης, ζέουσαν ὕδατος καὶ πηλοῦ· ἐντεῦθεν δὲ χωρεῖ κύκλῳ θολερὸς καὶ πηλώδης, περιελιπόμενος δὲ τῇ γῇ ἄλλοσὲ τε ἀφικνεῖται καὶ παρ’ ἔσχατα τῆς Ἀχερουσίας λίμνης, οὐ συμμιγνύμενος τῷ ὕδατι· περιελιχθεὶς 20 δὲ πολλάκις ὑπὸ γῆς ἐμβάλλει κατωτέρω τοῦ Ταρτάρου· οὗτος δ’ ἐστὶν ὃν ἐπονομάζουσι Πυριφλεγέθοντα, οὗ καὶ οἱ ὕφακες ἀποσπάσματα ἀναφυσῶσιν ὅπη ἂν τύχωσι τῆς γῆς. Τούτου δ’ αὖ καταντικρὺ ὁ τέταρτος ἐκπίπτει εἰς τόπον πρῶτον δεινὸν τε καὶ ἄγριον, ὡς λέγεται, χρώμα 25 ἔχοντα ὅλον οἷον ὁ κυανός, ὃν δὴ ἐπονομάζουσι Στύγιον,