Ancient Greek
2.534.4
Joannes Stobaeus Anthologus, Anthologium 2.534.4
Unproofread scanNot analysed yet
Πρῶτον οὖν ὅσα τῶν χυμῶν περὶ λέγοντες ἐν τοῖς πρόσθεν ἀπελίπομεν, ἴδια ὄντα παθήματα περὶ τὴν γλῶτταν, ἐμφανιστέον εἰ δυνατόν. Φαίνεται δὲ καὶ ταῦτα, ὥσπερ οὖν καὶ τὰ πολλά, διὰ συγχρίσεών τε τινων καὶ διαχρίσεων γίγνεσθαι, πρὸς δὲ αὐταῖς κεχρῆσθαι μᾶλλον τι τῶν ἄλλων τραχύτησί τε καὶ λειότησιν. Ὅσα μὲν γὰρ εἰσιόντα περὶ τὰ φλέβια, οἷον περ δοκίμια τῆς γλώττης τεταμένα ἐπὶ τὴν καρδίαν, εἰς τὰ νοσερὰ τῆς σαρκὸς καὶ ἄπαλὰ ἐμπιπτόντα γήινα μέρη κατατιχόμενα ξυνάγει τὰ φλέβια καὶ ἀποξηραίνει, τραχύτερα μὲν ὄντα στρυφνά, ἧττον δὲ τραχύνοντα αὐστηρὰ φαίνεται. Τὰ δὲ τούτων τε ὀπτικὰ καὶ πᾶν τὸ περὶ τὴν γλῶτταν ἀποπλύνοντα πέρα μὲν τοῦ μετρίου τοῦτο δράντα καὶ προσσεπιλαμβανόμενα, ὥστε ἀποτίχειν αὐτῆς τῆς φύσεως, οἷον ἡ τῶν νίτρων δύναμις, πικρὰ πάνθ’ οὕτως ὀνόμασται· τὰ δ’ ὑποδεέστερα τῆς νιτρώδους ἕξεως ἐπὶ τὸ μέτριόν τε τῇ ὀνύει χρώμενα ἄλμικὰ ἄνευ πικρότητος τραχείας καὶ φίλα μᾶλλον ἡμῖν φαντάζεται. Τὰ δὲ τοῦ στόματος θερμότητι κοινωνήσαντα καὶ λίαν μὲν ὑπ’ αὐτοῦ συνεκπευ-