Ancient Greek
2.535.1
Joannes Stobaeus Anthologus, Anthologium 2.535.1
Unproofread scanNot analysed yet
S. 1. 2 ΕΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ ρούμενα καὶ πάλιν αὐτὰ ἀντικάοντα τὸ διαθερμῆσαν, φερόμενά τε ὑπὸ κουφότητος ἄνω πρὸς τὰς κεφαλῆς αἰσθήσεις, τέμνοντα πάνθ’ ὅσους ἂν προσπίπτῃ, διὰ ταύτας τὰς δυνάμεις ὁμιέα πάντα τὰ τοιαῦτα ἐλέχθη. Τῶν δὲ αὐτῶν προλελεπτυσμένων μὲν ὑπὸ σηπεδόνος, εἰς δὲ τὰς στενὰς φλέβας ἐνδυομένων, καὶ τοῖς ἐνούσιν αὐτοῖθι μέρεσι γεώδει καὶ ὅσα ἀέρος ξυμμετριᾶν ἔχοντα, ὥστε κινῆσαντα περὶ ἄλληλα ποιεῖν κυκᾶσθαι, κυκώμενα δὲ περιπίπτειν τε, καὶ εἰς ἕτερα ἐνδυόμενα ἕτερα κοῖλα ἀπεργάζεσθαι, περιγιγνόμενα τοῖς εἰσιούσιν· ἂ δὴ νοτίδος περὶ ἀέρα κοίλης περιταθείσης, τότε μὲν γεώδους, τότε δὲ καθαράς, νοτερὰ ἄγγεια ἀέρος ὕδατα κοῖλα περιφερῆ τε γενέσθαι, καὶ τὰ μὲν τῆς καθαράς διαφανεῖς περιστήναι, κληθείσας ὄνομα πομφόλυγας, τὰ δὲ τῆς γεώδους, ὁμοῦ κινουμένης τε καὶ ἀναιρουμένης, ζέσιν τε καὶ ζύμωσιν ἐπικληθῆναι· τὸ δὲ τούτων αἴτιον τῶν παθημάτων ὅξὺ προσορθηήναι. Σὺμπασι δὲ περὶ ταῦτα εἰρημένοις πάθος ἐναντίον ἀπ’ ἐναντίας ἐστὶ προφάσεως, ὅπόταν ἢ τῶν εἰσιόντων σύστασις ἐν ὑγροῖς, οἰκεία τῇ τῆς γλώττης ἐξεί πεσφυνία, λειαινὴ μὲν ἐπαλείφουσα τὰ τραχύθεντα, τὰ δὲ παρὰ φύσιν συνεστῶτα ἢ κεχυμένα τὰ μὲν συνάγῃ, τὰ δὲ χαλᾷ, καὶ πάνθ’ ὅτι μάλιστα ἰδρύῃ κατὰ φύσιν, ἤδη καὶ προσφιλὲς πάντη πᾶν τὸ τοιοῦτον ἴαμα τῶν βιαίων παθημάτων γιγνόμενον, κέκληται γλυκύ. Καὶ τὰ μὲν ταύτῃ ταῦτα.