Ancient Greek
2.61.3
Joannes Stobaeus Anthologus, Anthologium 2.61.3
Unproofread scanNot analysed yet
Ἔστι δὲ ἀριθμός, ὡς εὖπῶ εἰπεῖν, σύστημα μονάδων, ἢ προποδισμὸς πλήθους ἀπὸ μονάδος ἀρχόμενος καὶ ἀνα-10ποδισμὸς εἰς μονάδα καταλήγων. Μονάδες δὲ περαίνουσι ποσότητ᾽, ἢ τις μειούμενον τοῦ πλήθους κατὰ τὴν ὑφαίρε-σιν παντὸς ἀριθμοῦ στερηθεῖσα μονὴν τε καὶ στάσιν λαμ-βάνει· περαιτέρω γὰρ ἡ μονὰς τῆς ποσότητος οὐκ ἰσχύει ἀναποδίζειν· ὥστε μονὰς ἤτοι ἀπὸ τοῦ ἐστάναι καὶ κατὰ15 ταῦτὰ ὡσαύτως ἀτρεπτος μένειν, ἢ ἀπὸ τοῦ διακεκρίσθαι καὶ παντελῶς μεμονῶσθαι τοῦ πλήθους εὐλόγως ἐκλήθη.