Ancient Greek
2.61.4
Joannes Stobaeus Anthologus, Anthologium 2.61.4
Unproofread scanNot analysed yet
Τινὲς τῶν ἀριθμῶν ἀρχὴν ἀπεφήναντο τὴν μονάδα, τῶν δὲ ἀριθμητῶν ἀρχὴν τὸ ἕν. Τοῦτο δὲ σῶμα τεμνό-20μενον εἰς ἄπειρον· ὥστε τὰ ἀριθμητὰ τῶν ἀριθμῶν ταύτῃ διαλλάττειν, ἢ διαφέρει τὰ σώματα τῶν ἀσωμάτων. Εἰ-δέναι δὲ καὶ τοῦτο χρή, ὅτι τῶν ἀριθμῶν εἰσηγήσαντο τὰς ἀρχὰς οἱ μὲν νεώτεροι τὴν τε μονάδα καὶ τὴν δυάδα, οἱ δὲ Πυθαγόρικοι πάσας παρὰ τὸ ἕξῆς τὰς τῶν ὀρῶν25ἐκθέσεις, δι’ ὧν ἄρτιοι τε καὶ περιττοὶ νοοῦνται.