Ancient Greek
2.83.1
Joannes Stobaeus Anthologus, Anthologium 2.83.1
Unproofread scanNot analysed yet
35 Ἰαμβλίκου ἐκ τῆς πρὸς Ποιμένιον ἐπιστολῆς. 30 Οἱ θεοὶ τὴν εἱμαρμένην συνέχοντες διὰ παντὸς ἐπανορθοῦνται· ἡ δ’ ἐπανόρθωσις αὐτῶν ποτὲ μὲν ἐλάττωσις κακῶν, ποτὲ δὲ παραμυθία, ἐνίοτε δὲ καὶ ἀναίρεσις ἀπεργάζεται· ἀφ’ οὗ δὴ διακοσμείται ἡ εἱμαρμένη τοῖς ἀγαθοῖς, διακοσμουμένη δὲ οὐχ ὑποφαίνεται πᾶσα πρὸς τὴν ἄτακτον φύσιν τῆς γενέσεως. Οὐκοῦν ἐτι μᾶλλον σῴζεται ἡ πεπρωμένη διὰ τῆς τοιαύτης ἐπανορθώσεως καὶ τὸ παρατρέπον αὐτῆς μένει κατὰ τὴν ἄτρεπτον τῶν θεῶν ἀγαθότητα συνεχόμενον, διότι οὐκ ἔστιν ὑπορρεῖν εἰς τὴν ἄτακτον πλημμέλειαν. Τούτων δὴ οὕτως ἔχοντων τὸ τε ἀγαθονεὲς τῆς προνοίας τὸ τε αὐτεξούσιον τῆς ψυχῆς καὶ πάντα τὰ κάλλιστα διασῴζεται, τῇ βουλῇσει τῶν θεῶν συνυπάρχοντα.