Ancient Greek
2.83.3
Joannes Stobaeus Anthologus, Anthologium 2.83.3
Unproofread scanNot analysed yet
36 Ἀριστοτέλους ἐκ τῆς πρὸς Ἀλέξανδρον ἐπιστολῆς (de mundo c. 6 p. 400ᵇ 5). Καθόλου δὲ ὅπερ ἐν νηὶ μὲν κυβερνήτης, ἐν ἄρματι δὲ ἡνίοχος, ἐν χορῷ δὲ χορευταῖος, [ἐν πόλει δὲ νόμος,] ἐν στρατοπέδῳ δὲ ἡγεμών, τοῦτο θεὸς ἐν κόσμῳ, πλὴν καθόσον τοῖς μὲν καματηρὸν τὸ ἄρχεῖν πολυκίνητόν τε καὶ πολυμέριμον, τῷ δὲ ἄλυπον ἀπόνόν τε πάσης κεχωρισμένῳ σωματικῆς ἀσθενείας· ἐν ἀκινήτῳ ἱδρυμένος δυνάμει πάντα κινεῖ καὶ περιάγει, ὅπου βούλεται καὶ ὅπως, ἐν διαφόροις ἰδέαις καὶ φύσεσιν· ὥσπερ ἀμέλει καὶ ὁ τῆς πόλεως νόμος ἀκίνητος ὢν ἐν ταῖς τῶν χρωμένων ψυχαῖς πάντα οἰκονομεῖ τὰ κατὰ τὴν πολιτείαν. Ἐφεπόμενοι γὰρ αὐτῷ δηλονότι ἐξίσιν ἄρχοντες μὲν εἰς τὰ ἄρχετα, θεσμοθέται