Ancient Greek
2.89.1
Joannes Stobaeus Anthologus, Anthologium 2.89.1
Unproofread scanNot analysed yet
κατὰ δύναμιν· βασιλεύει δὲ πάντων αὐτῶν ὁ καὶ κράτει καὶ μεγέθει καὶ ἀρετᾷ μέζων. Οὗτος δὲ κ’ εἴη θεὸς ὁ 96 περιέχων τὸν σύμπαντα κόσμον, τοῖς δ’ ἄλλοις θεοῖς τοὶ θέ-οντες ἐντὶ κατ’ οὐρανὸν σὺν τᾷ τῶ παντὸς περιωγῇ, κατὰ λόγον ὁπαδόντες τῷ πρώτῳ καὶ νοητῷ. Τοῖς δὲ λέ-γουσιν ἕνα θεὸν εἶμεν, ἀλλὰ μὴ πολλοὺς ἀμαρτάνουσι· τὸ γὰρ μέγιστον ἀξίωμα τᾶς θείας ὑπεροχᾶς οὐ συνθεω-ρεῦντι. Ἄγω δή τὸ ἄρχειν καὶ καθιεῖσθαι τῶν ὁμοίων καὶ κράτιστον καὶ καθυπέρτερον εἶμεν τῶν ἄλλων. Τοῖς δ’ ἄλλοις θεοῖς ποτὶ τὸν πρῶτον θεὸν καὶ νοατὸν οὕτως ἔχουσι, ὥσπερ χορευταὶ ποτὶ χορυφαῖον καὶ στρατιῶται ποτὶ στρα-ταγὸν καὶ λοχῖται καὶ ἐντεταγμένοι ποτὶ ταξιάρχαι καὶ λοχαγέται, ἔχοντες φύσιν ἐπεσθαι καὶ ἐπακολουθῆν τῷ καλῶς καθιεομένῳ. ξυνὸν μὲν ὧν αὐτῶν τὸ ἔργον ἐστὶ καὶ τῷ ἄρχοντος καὶ τῶν ἀρχομένων, ἀλλ’ οὐ κ’ ἐπὶ δύ-ναιτο συντετάχθαι τοῖς ἀρχόμενοι ποτὶ τὸ ἔργον ἀπολει-φθέντες ἁγεμόνος, ὥσπερ οὔτε χορευταὶ ποτὶ συναοιδίαν, οὔτε στρατιῶται ποτὶ στρατήν, ἀπολειφθέντες τοῦ μὲν στραταγῶ, τοῦ δὲ χορυφαίου.