Ancient Greek
2.89.2
Joannes Stobaeus Anthologus, Anthologium 2.89.2
Unproofread scanNot analysed yet
Τοιαῦτα δὲ φύσις οὐδενὸς ποιεῖται, οὔτε συγγενέος 98 οὔτε ἐξώθεν· διόπερ οὔτε ἐξ δύο συνάρμοχται, ψυχᾶς καὶ σώματος (καὶ γὰρ διόλου ἐστὶ ψυχά), οὔτε ἐναντίων τινῶν (τα γὰρ ἐναντία καὶ κρατεῖν καὶ κρατεῖσθαι πέφυκεν). Ἄ δὲ γὰ τῷ σώματος χρῆσις μιᾶνει τὸ καθαρὸν τῶν ψυχῶν, ἄ μὲν γὰρ ἀκήρατος καὶ θεῖόν ἐστι, τὸ δὲ θνατὸν καὶ θολομιγές· οὕτω δὲ μιᾶνει καὶ μόλιβδος χρυσὸν καὶ πᾶν τὸ τᾷ φύσι γνήσιον τὸ νόθον. Ὅλως δὲ τὸ σῶμα τοῖς θνατοῖς δέδωκεν ὁ θεὸς ζώοις δι’ αἰδίαν ἀνάγκαν καὶ ἄφνυχον. Φύσι γὰρ ἄπορον καὶ πτωχὸν πᾶν τὸ γενέσιος κεκοινωνηχός.