Ancient Greek
2.90.2
Joannes Stobaeus Anthologus, Anthologium 2.90.2
Unproofread scanNot analysed yet
Θεὸς μὲν ὧν ἐστι, καθάπερ ἐν ἀρχᾷ τῷ λόγῳ εἶπον, αὐτὸς γὰρ ἀρχὰ καὶ πρῶτον· θεῖος δὲ ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ δινεύμενα πανταχῶς. ὁμοίως δὲ καὶ δαίμων ἐστὶν ἄ ψυχὰ (αὐτὰ γὰρ ἄρχει καὶ κινεῖ τὸ διόλου ζῶον)· δαιμόνιον δὲ τὸ σῶμα καὶ τὰ τοῦτῳ γε πάντα. δεῖ ὧν οὕτω διαιρεῖν, θεὸν καὶ θεῖον καὶ δαίμονα καὶ δαιμόνιον.