Ancient Greek
2.91.1
Joannes Stobaeus Anthologus, Anthologium 2.91.1
Unproofread scanNot analysed yet
προνοεῖν μηδενός· τρίτοιο δέ, οἱ καὶ εἶναι καὶ προνοεῖν, ἀλλὰ τῶν μεγάλων καὶ οὐρανίων, τῶν δὲ ἐπὶ γῆς μηδενός· τέταρτοι οἱ καὶ τῶν ἐπὶ γῆς καὶ τῶν ἀνθρωπίνων, εἰς κοινὸν δὲ μόνον καὶ οὐχὶ καὶ κατ’ ἰδίαν ἑκάστου· πέμπτοι δέ, ὧν ἦν καὶ Ὀδυσσεὺς καὶ Σωκράτης, οἱ λέγοντες ὅτι οὐδὲ σε λήθω κινύμενος (Hom. K 279. 280). Εἴπερ οὖν ὑγιῶς λέγεται τέλος εἶναι τὸ ἔπεσθαι θεῷ, ἀναγκαῖον περὶ ἑκάστου τούτων ἐπεσκέφθαι. Εἰ γὰρ μὴ εἰσὶ θεοί, πῶς ἐστι τέλος ἔπεσθαι θεοῖς; Εἰ δὲ εἰσὶ μέν, μηδενὸς δὲ ἐπιμελούμενοι, καὶ οὕτω πῶς ὑγιὲς ἔστι; Ἀλλὰ δὴ καὶ ὄντων καὶ ἐπιμελουμένων, εἰ μηδεμία διάδοσις εἰς ἀνθρώπους ἐστὶν ἐξ αὐτῶν καὶ νῦν Δία γε καὶ εἰς ἐμέ, πῶς ἐτι καὶ οὕτως ὑγιὲς ἐστιν; Πάντα οὖν ταῦτα ὁ καλὸς κάγαθὸς ἐπεσκεμμένος τὴν αὑτοῦ γνώμην ὑποτέταχε τῷ διοικοῦντι τὰ πάντα, καθάπερ οἱ ἀγαθοὶ πολῖται τῷ νόμῳ τῆς πόλεως.