Ancient Greek
2.91.2 to 2.94.8
Joannes Stobaeus Anthologus, Anthologium 2.91.2-2.94.8
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΤΩΝ ΝΟΜΙΖΟΝΤΩΝ ΜΗ ΕΙΝΑΙ ΠΡΟΝΟΙΑΝ ΚΑΙ ΕΠΟΜΕΝΑΣ ΤΑΥΤΗΙ ΘΕΙΑΣ ΕΠΙ ΤΗΙ ΤΟΥ ΠΑΝΤΟΣ ΔΙΟΙΚΗΣΕΙ ΔΥΝΑΜΕΙΣ. [104] ΠΕΡΙ ΔΙΚΗΣ ΠΑΡΑ ΤΟΥ ΘΕΟΥ ΤΕΤΑΓΜΕΝΗΣ ΕΠΟΠΤΕΥΕΙΝ ΤΑ ΕΠΙ ΓΗΣ ΓΙΓΝΟΜΕΝΑ ΥΠΟ ΤΩΝ ΑΝΘΡΩΠΩΝ, ΤΙΜΩΡΟΥ ΟΥΣΗΣ ΤΩΝ ΑΜΑΡΤΑΝΟΝΤΩΝ. 1 Ἡσιόδου Ἔργων (276—279). Τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων, ἰχθύσι μὲν καὶ θηροῖ καὶ οἰωνοῖς πετεεῖνοῖς ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶν ἐν αὐτοῖς· ἀνθρώποισι δ’ ἔδωκε δίκην, ἥ πολλὸν ἀρίστη. Οὐ δῆκται πως κύνες οἱ θεοί, ἀλλ’ ἡ Δίκη γὰρ καὶ κατὰ σκότον βλέπει. Θεοῦ δὲ πληγὴν οὐχ ὑπεκπηδᾷ βροτός. Εἰμαρμένον δὲ τῶν κακῶν βουλευμάτων κακὰς ἀμοιβὰς ἐστι καρποῦσθαι βροτούς. Οὐχ εὐδει Λιὸς ὀφθαλμός, ἐγγὺς δ’ ἐστί, καίπερ ὧν πρόσω. Εἰ τοι νομίζεις συγγενῆ κακῶς εἰσ’ ὅπως κύνες θεοί Blomfield, οὐ δῆκται γέ πως κύνες θεοί Meineke δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐχ εὖ φρονεῖς. Ὁρῶ γὰρ χρόνῳ δίκαν πάντ’ ἄγουσαν εἰς φῶς βροτοῖς. Φθεῖρει γὰρ ἡ πρόνοια τὴν ἀβουλίαν. 5 <Εὐριπίδου (Ion. 440. 441). >Ἀρετὰς δίωκε· καὶ γὰρ ὅστις ἂν βροτῶν κακῶς πεφύχη, ζημιοῦσιν οἱ θεοί. Οὐ γὰρ τις, οὐδὲ χρημάτων ὑπεργέμων, Δοκεῖτε πηδᾶν τἀδίκηματ’ εἰς θεούς πτεροῖσι, κάπειτ’ ἐν Διὸς δέλτον πτυχαῖς 110 γράφειν τιν’ αὐτά, Ζῆνα δ’ εἰσορώντα νιν θνητοῖς δικάζειν; οὐδ’ ὁ πᾶς ἂν οὐρανὸς Διὸς γράφοντος τὰς βροτῶν ἁμαρτίας ἔξαρχέσειεν, οὐδ’ ἐκεῖνος ἂν σκοπῶν πέμπειν ἑκάστῳ ζημίαν· ἀλλ’ ἡ Δίκη ἐνταῦθά πούστιν ἐγγύς, εἰ βούλεσθ’ ὁρᾶν. Λύπας μὲν ἀνθρώποισιν, ὦ γυναῖ, θεοὶ τοῖσιν διδούσιν, οὓς ἂν ἐχθαιρώσῃ, ἐπεὶ νόμον μαιίνων ἀσφαλῶς γηράσεται· οὐ σφιν πονηρόν ἐστιν. 15ᵃ <Εὐριπίδης Φοίξω (fr. 832, 1—4 N.) . >Ὅστις δὲ θνητῶν οἶεται τοῦφ’ ἡμέραν κακὸν τι πράσσειν τοὺς θεοὺς λελήθεναι, ἀλλ’ ἡμέρας ἢ νυκτὸς ἢ Δίκη ποτὲ τῷ δυσσεβοῦντι σίγ’ ἔχουσ’ ἐνίλατο. Τὸ μὴ δίκαιον ἔργον οὐ λήθει θεούς. Δαίμων βροτοῖσι πόλλ’ ἀνευρίσκει κακά. 13 <Ἡσιόδου Ἔργων (706). >Εὖ δ’ ὅπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι. 14ᵃ <Εὐριπίδης Μελανίππη (fr. 508 N.) . >δοκεῖ πονηρὰ καὶ δοκῶν ἀλίσκεται, μὴ μοι τὸ πρῶτον βῆμ’ ἐὰν δράμῃ καλῶς,