Ancient Greek
3.100.1
Joannes Stobaeus Anthologus, Anthologium 3.100.1
Unproofread scanNot analysed yet
καὶ τὸ ἀδικεῖν καὶ τὸ λυπεῖσθαι καὶ τὸ φοβεῖ- 5 σθαι καὶ τὸ κλέπτειν καὶ καθόλου ὅσα παρὰ τὸν ὀρθὸν λόγον πράττεται· οὔτε δὲ κατορθώματα οὔτε ἀμαρτήματα τὰ τοιαῦτα· λέγειν, ἐρωτᾶν, ἀποκρίνεσθαι, περιπατεῖν, ἀποδημεῖν καὶ τὰ τούτοις παραπλήσια. Πάντα δὲ τὰ κατορθώματα δικαιοπράγματα εἶναι καὶ εὐνομήματα καὶ εὐτακτήματα καὶ εὐεπιτηδέυματα καὶ εὐτυχήματα καὶ εὐδαιμονήματα καὶ εὐκαιρήματα καὶ εὐσχημονή- 10 ματα· οὐχ ἔτι μέντοι γε φρονιμεύματα, ἀλλὰ μόνα τὰ ἀπὸ φρονήσεως καὶ ὁμοίως ἐπὶ τῶν ἄλλων ἀρετῶν, εἰ καὶ μὴ ὀνόμασται, οἷον σωφρονήματα μὲν τὰ ἀπὸ σωφροσύνης, δικαιώματα δὲ τὰ ἀπὸ δικαιοσύνης. Τὰ δὲ ἀμαρτήματα ἐκ τῶν ἀντικειμένων ἀδικοπράγματα καὶ ἀνομήματα καὶ ἀτακτήματα.