Ancient Greek
3.100.2
Joannes Stobaeus Anthologus, Anthologium 3.100.2
Unproofread scanNot analysed yet
11 Διαφέρειν δὲ λέγουσιν, ὥσπερ αἱρετὸν καὶ αἴρε- 15 τέον, οὕτω καὶ ὀρεκτὸν καὶ ὀρεκτέον καὶ βουλητὸν καὶ βουλητέον καὶ ἀποδεκτὸν καὶ ἀποδεκτέον. Αἱρετὰ μὲν γὰρ εἶναι καὶ βουλητὰ καὶ ὀρεκτὰ <καὶ ἀποδεκτὰ τἀγαθά· τὰ δ’ ὠφελήματα αἱρετέα καὶ βουλητέα καὶ 20 ὀρεκτέα> καὶ ἀποδεκτέα, κατηγορήματα ὄντα, παρακείμενα δ’ ἀγαθοῖς. Αἱρεῖσθαι μὲν γὰρ ἡμᾶς τὰ αἱρετέα καὶ βούλεσθαι τὰ βουλητέα καὶ ὀρέγεσθαι τὰ ὀρεκτέα. Κατηγορημάτων γὰρ αἱ τε αἱρέσεις καὶ ὀρέξεις καὶ βουλήσεις