Ancient Greek
3.103.2
Joannes Stobaeus Anthologus, Anthologium 3.103.2
Unproofread scanNot analysed yet
Καθόλου δὲ τοῖς μὲν σπουδαίοις πάντα τἀγαθά ὑπάρχειν, τοῖς δὲ φαύλοις πάντα τὰ κακά. Οὐ νομιστέον δὲ λέγειν αὐτοὺς οὕτως, ὡς εἴ τινα ἔστιν ἀγαθά, ἐκεῖνα ὑπάρχει τοῖς σπουδαίοις, ὁμοίως δὲ καὶ ἐπὶ τῶν κακῶν· ἀλλὰ τοι τοὺς μὲν τοσαῦτα ἔχειν ἀγαθὰ ὥστε μηδὲν ἔλλειπεῖν εἰς τὸ τέλειον αὐτοῖς εἶναι τὸν βίον <καὶ εὐδαίμονα>, τοὺς δὲ τοσαῦτα κακά, ὥστε τὸν βίον ἄτελῆ εἶναι καὶ κακοδαίμονα.