Ancient Greek
3.103.3
Joannes Stobaeus Anthologus, Anthologium 3.103.3
Unproofread scanNot analysed yet
11 Τὴν δ᾽ ἀρετὴν πολλοῖς ὀνόμασι προσαγορεύουσιν. Ἀγαθὸν τε γὰρ λέγουσιν αὐτήν, ὅτι ἄγει ἡμᾶς ἐπὶ τὸν ὀρθὸν βίον· καὶ ἀρεστόν, ὅτι δοκιμαστόν ἐστιν ἀνυπόπτως· καὶ πολλοῦ ἄξιον, ἀνυπέρβλητον ἔχει τὴν ἀξίαν· καὶ σπουδαίον, ἄξιον γὰρ εἶναι πολλῆς σπουδῆς· καὶ ἐπαινετόν, εὐλόγως γὰρ ἂν τις αὐτὴν ἐπαινοίη· καὶ καλόν, ὅτι πρὸς ἑαυτὴν καλεῖν πέφυκε τοὺς ὀρεγομένους αὐτῆς· καὶ συμφέρον, φέρειν γὰρ τοιαῦτα ἃ συντείνει πρὸς τὸ εὖ ζῆν· καὶ χρήσιμον, ὅτι ἐν τῇ χρείᾳ ὠφελιμὸν ἐστι· καὶ αἱρετόν, συμβαίνειν γὰρ ἀπ᾽ αὐτῆς ἃ εὐλόγως ἐστιν αἱρεῖσθαι· καὶ ἀναγκαῖον, ὅτι παροῦσά τε ὠφελεῖ καὶ μὴ παρούσης οὐχ ἔστιν ὠφελεῖσθαι· καὶ λυσιτελές, τὰς γὰρ ἀπ᾽ αὐτῆς ὠφελείας χρείτους εἶναι τῆς πραγματείας τῆς εἰς ταύτας συντει-