Ancient Greek
3.13.4
Joannes Stobaeus Anthologus, Anthologium 3.13.4
Unproofread scanNot analysed yet
29 Ξενοφῶντος ἐκ τῆς ἐπιστολῆς τῆς Πρὸς Αἰσχίνην. Συντυχὼν μοι Ἑρμογένης τὰ τε ἄλλα διεξῆει, καὶ περὶ σοῦ δὲ πυθομένῳ, ἣν τινὰ ἔχεις φιλοσοφίας ἐπιμέλειαν, ἀπεκρίνατο, τὴν αὐτὴν Σωκράτει. Ἐγὼ δὲ καὶ ἡνίκα Ἀθήνῃσι διέτριβον, τῆς γνώμης σε ἠγάσθην. Ὡςπερ οὖν ἠξάμην σε θαυμάζων, οὕτω καὶ νῦν παρ’ ὀντινοῦν τῶν σοφίαν ἀσπασαμένων τεθαύμακα τὸ ἀμετάκλαστον σου τῆς γνώμης (μέγιστον γάρ, ὡς ἐγώμαι, τεκμήριον ἀρετῆς) ἀλόντος ὑπὸ τἀνδρὸς ἐκείνου, εἴπερ θνητοῦ καλεῖν