Ancient Greek
3.14.1
Joannes Stobaeus Anthologus, Anthologium 3.14.1
Unproofread scanNot analysed yet
τὸν Σωκράτους οἴοντε βίον. Ὅτι μὲν γὰρ τὰ θεῖα ὑπὲρ ἡμᾶς, παντὶ δῆλον· ἀπόχρη δὲ τὸ κρεῖττον τῆς δυνάμεως αὐτοὺς σέβειν. Οἷοι δ’ εἰσιν, οὔτε εὑρεῖν ῥάδιον οὔτε ζητεῖν θεμιτόν· οὐδὲ γὰρ δεσποτῶν φύσιν ἢ πρᾶξιν δούλους δεῖ εἰδέναι, οἷς οὐδὲν πλέον ἐπηρεσίας προσήκει. Πότε γάρ, ὦ Αἰσχίνη, Σωκράτους ἀκήκοέ τις οὐρανίων περὶ λέγοντος ἢ γραμμὰς εἰς ἐπανόρθωσιν παραινούντος μανθάνειν; Μουσικῆς γὰρ ἴσμεν αὐτὸν μέχρις ὧν συνέντα. Διετέλει δὲ ἑκάστοτε αὐτὸς λέγων τί καλὸν καὶ τί ἀνδρεία τε καὶ δικαιοσύνη καὶ αἱ ἄλλαι ἀρεταί. Ἄνθρωπина γοῦν ταῦτα ἀγαθὰ ἐκάλεῖ· τὰ δ’ ἄλλα ἢ ἀδύνατα ἀνθρώποις ἀλῶναι ἔφασκεν ἢ μύθων εἶναι συγγενῆ, μετὰ ὀφρύος σοφιστῶν διεξιόντων. Καὶ οὐκ ἔλεγε μὲν ταῦτα, οὐκ ἤδει δὲ πράττειν. Παντάσθωσαν οὖν ἐλεγχόμενοι πρὸς τὸ εἰκὸς ἦττων, οἷς Σωκράτης οὐκ ἥρεσεν, ᾧ ζῶντι μὲν ὁ θεὸς σοφίαν ἐμαρτύρησεν· οἱ δὲ ἐκτείναντες τῆς μετανοίας ἀποκάθαρσιν οὐχ εὕρον. Τὸ δὲ καλὸν ἄρα, Αἴγυπτον ἠράσθησαν, καὶ τῆς Πυθαγόρου τερατώδους σοφίας, ᾧν τὸ μὲν περιττὸν καὶ τὸ μὴ μόνιμον ἐπὶ Σωκράτει ἠλέχθεν ἔρως τυραννίδος καὶ ἀντὶ λιτῆς διαίτης Σικελιώτις γαστρὸς ἀμέτρον τράπεζα.