Ancient Greek
3.134.2
Joannes Stobaeus Anthologus, Anthologium 3.134.2
Unproofread scanNot analysed yet
᾿Τελείας᾿ δἐἶπον ἀρετῆς χρῆσιν τὴν εὐδαιμονίαν, 15 ὅτι τῶν ἀρετῶν τὰς μὲν ἔλεγον εἶναι τελείας, τὰς δὲ ἀτελεῖς· τελείας μὲν τὴν τε δικαιοσύνην καὶ τὴν χαλοκἀγαθίαν· ἀτελεῖς δὲ τὴν εὐφύαν καὶ τὴν προκοπήν· τῷ δὲ τελείῳ τὸ τέλειον ἀρμόττειν. Τέλος οὖν εἶναι τῆς τοιαύτης ἀρετῆς ἐνέργειαν, ἥς οὐθέν ἄπεστι μέρος. Καὶ 20 τὸ ᾿ἐν βίῳ δὲ τελείῳ᾿ προσέθεσαν ἐνδείξασθαι βουληθέντες, ὅτι περὶ τοὺς ἤδη προήκοντας ἄνδρας ἡ εὐδαιμονία γίνεται· τὸ γὰρ μειράκιον ἄτελές καὶ ὁ τούτου βίος, δι᾿ ὃ οὐκ ἂν γενέσθαι περὶ τοῦτἐὐδαιμονίαν, οὐδ᾿ ὅλως ἐν