Ancient Greek
3.135.2
Joannes Stobaeus Anthologus, Anthologium 3.135.2
Unproofread scanNot analysed yet
ἀτελεῖ χρόνῳ, ἀλλ’ ἐν τῷ τελείῳ. Τέλειον δ’ εἶναι τοῦτον, ὅσον ὥρισεν ἡμῖν πλεῖστον ὁ Θεός· ὥρισέ δὲ κατὰ πλατος, καθάπερ καὶ τὸ τοῦ σώματος μέγεθος. Ὡς οὖν ἕνα στίχον μὴ ἂν συστήσῃς ὑπόχρισιν μηδὲ μίαν χειρός ἐκτασιν ὀρχησίν, μηδὲ μίαν χελιδόνα ποιήσῃς ἑαρ, οὕτως μηδὲ βραχὺν χρόνον εὐδαιμονίαν. Τελείαν γὰρ εἶναι δεῖν τὴν εὐδαιμονίαν ἐκ τελείου συνεστῶσαν ἀνδρὸς καὶ χρόνου καὶ δαίμονος. [II 282] Χορηγουμένην’ δὲ τὴν τῆς ἀρετῆς ἐνέργειαν διὰ τὸ πάντως ἀναγκαῖον ἐν τοῖς κατὰ φύσιν ἀγαθοῖς ὑπάρχειν, ἐπεὶ καὶ ἐν κακοῖς ἀρετῇ χρήσαιτ’ ἂν καλῶς ὁ σπουδαῖος, οὗ μὴν γε μακάριος ἔσται καὶ ἐν αἰκίαις ἀποδείξαιτ’ ἂν τὸ γενναῖον, οὗ μὴν <γ’> εὐδαιμονήσει. Αἴτιον δ’ ὅτι ἡ μὲν ἀρετὴ καλῶν μόνον ἐστὶν ἀπεργαστικὴ καθ’ ἑαυτήν, ἡ δ’ εὐδαιμονία καὶ καλῶν κάγαθῶν. Οὐ γὰρ ἐγκαρτερεῖν βούλεται τοῖς δεινοῖς, ἀλλὰ τῶν ἀγαθῶν ἀπολαύειν πρὸς τῷ καὶ σῴζειν τὸ ἐν κοινωνίᾳ δίκαιον καὶ μήτε ἀποστερεῖν ἑαυτὴν τῶν ἐν τῇ θεωρίᾳ καλῶν μήτε τῶν κατὰ τὸν βίον ἀναγκαίων.