Ancient Greek
3.14.2
Joannes Stobaeus Anthologus, Anthologium 3.14.2
Unproofread scanNot analysed yet
Ξενοφῶντος ἐν ἀ Σωκρατικῶν Ἀπομνημονευμάτων Οὐδὲ γὰρ περὶ τῆς τῶν πάντων φύσεως ἢπερ τῶν ἄλλων οἱ πλεῖστοι διελέγετο, σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει, καὶ τίσιν ἀνάγκαις ἕκαστα γίνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἐπεδείκνυν. Ἐθαύμαζε δ᾽ εἰ μὴ φανερὸν ἐστιν αὐτοῖς, ὅτι ταῦτα ἀδύνατόν ἐστιν ἀνθρώ- 5 ποις εὑρεῖν, εἰ γε καὶ τοὺς μέγιστον φρονούντας ἐπὶ τῷ περὶ τούτων λέγειν οὐ ταῦτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι πρὸς ἀλλήλους. Τῶν τε γὰρ μαινομένων τοὺς μὲν οὔδ᾽ τὰ δεινὰ δεδιέναι, τοὺς δὲ καὶ τὰ μὴ δεινὰ φοβεῖσθαι· καὶ τοῖς μὲν οὔδ᾽ ἐν ὀχλῷ 10 δοκεῖν αἰσχρὸν εἶναι λέγειν ἢ ποιεῖν ὅτιοῦν, τοῖς δ᾽ οὐκ ἐξῃτητέον εἰς ἀνθρώπους εἶναι δοκεῖν· καὶ τοὺς μὲν οὐθ᾽ ἱερὸν οὔτε βωμὸν οὔτε ἄλλο τῶν θείων οὐδὲν τιμᾶν, τοὺς δὲ καὶ λίθους καὶ ξύλα τὰ τυχόντα καὶ θηρία σέβεσθαι· τῶν τε περὶ τῆς τῶν πάντων φύσεως μεριμνών- 15 των τοῖς μὲν δοκεῖν ἐν μόνον τὸ ὂν εἶναι, τοῖς δ᾽ ἄπειρα τὸ πλήθος· καὶ τοῖς μὲν ἀεὶ πάντα κινεῖσθαι, τοῖς δ᾽ οὐδὲν ἂν ποτε κινηθῆναι· καὶ τοῖς μὲν πάντα γίγνεσθαι