Ancient Greek
3.150.3 to 3.150.4
Joannes Stobaeus Anthologus, Anthologium 3.150.3-4
Unproofread scanNot analysed yet
Τὴν δὲ ἐκ πασῶν τῶν ἠθικῶν ἀρετῶν συνεστηκυῖαν λέγεσθαι μὲν καλοκαγαθίαν, τελείαν δ᾽ ἀρετὴν εἶναι, τὰ τε ἀγαθὰ ὠφέλιμα καὶ καλὰ ποιούσαν τὰ τε καλὰ δι᾽ αὐτὰ αἱρουμένην. 26 Διωρισμένων δ᾽ ἰκανῶς τῶν περὶ τὰς ἀρετὰς καὶ σχεδὸν τῶν πλειόνων ἀνειλημμένων κεφαλαίων τοῦ ἠθικοῦ τόπου, ἀναγκαῖον ἔφεξὶς καὶ περὶ τοῦ οἰκονομικοῦ τε καὶ πολιτικοῦ διελθεῖν, ἐπειδή φύσει πολιτικὸν ζῷον ἄνθρωπος.