Ancient Greek
3.151.2
Joannes Stobaeus Anthologus, Anthologium 3.151.2
Unproofread scanNot analysed yet
Πολιτεία δὲ πρώτη σύνοδος ἀνδρὸς καὶ γυναικὸς κατὰ νόμον ἐπὶ τέκνων γεννήσει καὶ βίου κοινωνία. Τοῦτο δὲ προσονομάζεται μὲν οἶκος, ἀρχὴ δὲ πόλεώς ἐστι· περὶ οὗ δὴ καὶ λεκτέον. Μικρὰ γὰρ τις ἔοικεν εἶναι πόλις ὁ οἶκος, εἰ γε κατ’ εἴχην αὐξομένου τοῦ γάμου καὶ τῶν παίδων ἐπιδιδόντων καὶ συνδυαζομένων ἀλλήλοις ἕτερος οἶκος ἐφίσταται καὶ τρίτος οὕτω καὶ τέταρτος, ἐκ δὲ τούτων κώμη καὶ πόλις. Πλειόνων γὰρ γενομένων κωμῶν πόλις ἀπετελέσθη. Διὸ καὶ τὰ σπέρματα καθάπερ τῆς γενέσεως τῇ πόλει παρέσχε ὁ οἶκος, οὕτω καὶ τῆς πολιτείας. Καὶ γὰρ βασιλείας ὑπογραφὴν εἶναι περὶ τὸν οἶκον καὶ ἀριστοκρατίας καὶ δημοκρατίας. Γονέων μὲν γὰρ πρὸς τέκνα κοινωνίας τὸ σχῆμα βασιλικόν· ἀνδρῶν δὲ πρὸς γυναῖκας ἀριστοκρατικόν· παίδων δὲ πρὸς ἀλλήλους δημοκρατικόν. Συνέρχεσθαι γὰρ τῷ ἤθει τὸ ἄρρεν κατὰ πόθον τεκνώσεως καὶ τῆς τοῦ γένους διαμονῆς· ἐφίσταται γὰρ ἐκάτερον γεννήσεως. Συνελθόντων δὲ καὶ συνεργῶν τῆς