Ancient Greek
3.154.1
Joannes Stobaeus Anthologus, Anthologium 3.154.1
Unproofread scanNot analysed yet
νεσθαι δὲ τινὰ καὶ μίκτην ἐκ τῶν ὀρθῶν πολιτείαν ἀρίστην. II 330 Μεταβάλλειν δὲ τὰς πολιτείας πολλάκις πρὸς τὸ ἄμεινον καὶ τὸ χεῖρον. Καθόλου δ’ ἀρίστην εἶναι πολιτείαν τὴν κατ’ ἀρετὴν διακεκοσμημένην, χειρίστην δὲ τὴν κατὰ κακίαν. Ἄρχειν δὲ καὶ βουλεύειν καὶ δικάζειν ἐν μὲν ταῖς δημοκρατίαις ἐκ πάντων, ἢ αἱρέσει ἢ κλήρω· ἐν δὲ ταῖς ὀλιγαρχίαις ἐκ τῶν εὐπόρων· ἐν δὲ ταῖς ἀριστοκρατίαις ἐκ τῶν ἀρίστων.