Ancient Greek
3.154.3 to 3.154.4
Joannes Stobaeus Anthologus, Anthologium 3.154.3-4
Unproofread scanNot analysed yet
Στάσεις δ’ ἐν ταῖς πόλεσι γίνεσθαι τὰς μὲν κατὰ λόγον, τὰς δὲ κατὰ πάθος. Κατὰ λόγον μὲν, ὅταν οἱ ἴσοι ὄντες <ἄνισα, οἱ δὲ ἄνισοι ὄντες> ἴσα ἔχειν ἀναγκάζωνται· κατὰ πάθος δὲ διὰ τιμὴν ἢ φιλαρχίαν ἢ κέρδος ἢ εὐπορίαν. Καταλύεσθαι δὲ τὰς πολιτείας διὰ δύο αἰτίας, ἢ βίᾳ ἢ ἀπάτῃ. Μονιμωτέρας δὲ γίνεσθαι τοῦ κοινῇ συμφέροντος ἐπιμελουμένας. Δικαστήρια δὲ καὶ βουλευτήρια καὶ ἐκκλησίας καὶ ἄρχας διωρίσθαι ταῖς πολιτείαις οἰκείως. Κοινότητας δ’ ἄρχας εἶναι ἱερωσύνην θεῶν, στρατηγίαν, ναυαρχίαν, ἀγορανομίαν, γυμνασιαρχίαν, γυναικονομίαν, παιδονομίαν, II 332 ἀστυνομίαν, ταμείαν, νομοφυλακίαν, πρακτορείαν. Τούτων δ’ εἶναι τὰς μὲν κατὰ πόλεις, τὰς δὲ κατὰ πόλεμον, τὰς δὲ περὶ τοὺς λιμένας καὶ τὰς ἐμπορίας.