Ancient Greek
3.155.2
Joannes Stobaeus Anthologus, Anthologium 3.155.2
Unproofread scanNot analysed yet
Πολιτικὸν δὲ καὶ τῶν ἄλλων οὐχ ἧττον καὶ τὸ τὰ ἱερὰ τῶν θεῶν ἐν τοῖς ἐπιφανεστάτοις ἰδρύσθαι τόποις· καὶ τὸ τῆς τῶν ἰδιωτῶν χώρας τὸ μὲν ἕτερον πρὸς ταῖς ἐσχατιαῖς διατετάχθαι, τὸ δ᾽ ἕτερον πρὸς τῇ πόλει, ἵνα δύο κλήρων ἐνὶ ἑκάστῳ νεμηθέντων, ἀμφότερα τὰ μέρη τῆς χώρας εὐσύνοπτα ὑπάρχῃ. Χρήσιμον δὲ καὶ τὸ νομοθετεῖν συσσίτια ποιεῖσθαι καὶ τὸ περὶ τῆς κοινῆς παιδείας τῶν τέκνων σπουδάζειν· καὶ τὸ πρὸς τὴν ῥώμην τῶν σωμάτων καὶ τελειότητα δεῖν μήτε νεωτέρων ἄγαν μήτε πρεσβυτέρων τοὺς γάμους ποιεῖσθαι, ἀτελῆ γὰρ γίγνεσθαι κατ᾽ ἀμφοτέρας τὰς ἡλικίας καὶ τελείως ἀσθενῆ τὰ ἔγγονα. Καὶ τὸ νομοθετεῖν δὲ μηδὲν ἐκτρέφειν πεπηρωμένον μηδ᾽ ἐκτιθέναι τέλειον μηδ᾽ ἐξαμβλοῦν συμφορώτατον δῆπον. Καὶ τῶν μὲν πολιτικῶν τὰ κεφάλαια ταῦτα.