Ancient Greek
3.154.5
Joannes Stobaeus Anthologus, Anthologium 3.154.5
Unproofread scanNot analysed yet
Πολιτικοῦ δ’ ἀνδρὸς ἔργον εἶναι καὶ τὸ διορθῶσαι πολιτείαν, ὃ πολὺ χαλεπώτερον φαίνεσθαι τοῦ κτίσαι· καὶ τὸ διανεῖμαι τὸ πλῆθος τῶν ἀνθρώπων τὸ μὲν πρὸς τὰ ἀναγκαῖα, τὸ δὲ πρὸς τὰ σπουδαῖα. Δημιουργοὺς μὲν γὰρ καὶ θῆτας καὶ γεωργοὺς καὶ ἐμπόρους πρὸς τὸ ἀναγκαῖον, ὑπηρέτας γὰρ εἶναι τοῖς πολιτικοῖς τούτους· τὸ δὲ μάχιμον πᾶν καὶ βουλευτικὸν κυριώτερον εἶναι διὰ τὸ ἀρετῆς ἐπιμελεῖσθαι καὶ περὶ τὰ καλά σπουδάζειν. Τούτων δὲ τὸ μὲν πρεσβύτερον προβουλεύειν, τὸ δὲ γεραρώτερον θεραπεύειν τὸ θεῖον, τὸ δὲ νέον ἅπαντων προπολεμεῖν. Ταύτην δ᾽ ἀρχαίαν εἶναι πᾶν τὴν διάταξιν, Αἰγυπτίων πρώτων καταστησαμένων.