Ancient Greek
3.170.2
Joannes Stobaeus Anthologus, Anthologium 3.170.2
Unproofread scanNot analysed yet
40 (38 H.) Ἐν ταύτῳ. Διοικεῖται γὰρ τὸ ζῶν ἕκαστον κατὰ τὴν τῆδε προσήκουσαν αὐτῷ διάζην. Ἔχει δὲ ὁ βίος ὁ τοῦ ἀνθρώπου τὸ κατάλληλον τῷ ἀνθρώπῳ αὐτεξούσιον ἐφ’ ἑαυτῷ. Διὸ κἂν ἄγῃται ὑπὸ προθυμιῶν φυσικῶν πρὸς τινὰ τῶν ἐνταῦθα ἐν αἱρέσει πιπτόντων βίων, ἀλλ’ ἐφ’ αὐτῷ ἔχει τὸ μὴ ἐμπεσεῖν, κἂν πάντως ἐμπέσῃ. Ὅσα γὰρ τῇ πιθανῇ φαντασίᾳ συγκατατιθέμεθα διὰ τὸ πιθανόν, ἀλλ’ ἐφ’ ἡμῖν καὶ τὸ μὴ συγκατατίθεσθαι, ὅ τι μὴ ἡ φαντασία σύρει ἡμᾶς καὶ νευροσπαστεῖ πρὸς αὐτήν.