Ancient Greek
3.170.4
Joannes Stobaeus Anthologus, Anthologium 3.170.4
Unproofread scanNot analysed yet
41 (39 H.) Ἐν ταύτῳ. Τὸ γὰρ ὅλον βούλημα τοιούτ’ ἔοικεν εἶναι τὸ τοῦ Πλάτωνος· ἔχειν μὲν τὸ αὐτεξούσιον τὰς ψυχάς, πρὶν εἰς σώματα καὶ βίους διαφόρους ἐμπεσεῖν, εἰς τὸ ἢ τοῦτον ἐλέσθαι τὸν βίον, ὃν μετὰ ποίας ζωῆς καὶ σώματος οἰκείου τῇ ζωῇ ἐκτελέσειν μέλλει (καὶ γὰρ λέοντος βίον ἐπ’ αὐταῖς εἶναι ἐλέσθαι καὶ ἀνδρός)· κἀκεῖνο μὲν τὸ αὐτεξούσιον ἅμα τῇ πρὸς τινὰ τῶν τοιούτων βίων