Ancient Greek
3.176.9
Joannes Stobaeus Anthologus, Anthologium 3.176.9
Unproofread scanNot analysed yet
δίδωσιν ἑαυτὴν εἰς τὰ γιγνόμενα καὶ ὑπὸ τὴν τοῦ παντὸς πρὸς τὴν νοητὴν καὶ ἄχραντον εὐταξίαν ἀπεῖχασται· τὰ δ’ αἴτια τὰ δεύτερα τοῖς προηγουμένοις αἰτίοις συνήρτηται καὶ τὸ ἐν γενέσει πλήθος πρὸς τὴν ἀμέριστον οὐσίαν καὶ πάντα οὕτω τὰ τῆς εἱμαρμένης συνήπται πρὸς τὴν προηγούμενην πρόνοιαν. Κατ’ αὐτὴν τὴν οὐσίαν ἄρα ἐπιπλέκεται ἡ εἱμαρμένη τῇ προνοίᾳ καὶ τῷ εἶναι τὴν πρόνοιαν ἐστὶν ἡ εἱμαρμένη καὶ ἀπ’ αὐτῆς καὶ περὶ αὐτὴν ὑφέστηκε.