Ancient Greek
3.177.2
Joannes Stobaeus Anthologus, Anthologium 3.177.2
Unproofread scanNot analysed yet
Τούτων δὲ οὕτως ἔχοντων καὶ ἡ τῶν ἀνθρώπων ἀρχὴ τοῦ πράττειν ἔχει μὲν συμφωνίαν πρὸς ἀμφοτέρας ταύτας τὰς τοῦ παντὸς ἀρχάς· ἐστὶ δὲ καὶ ἀφειμένη ἀπὸ τῆς φύσεως καὶ ἀπόλυτος ἀπὸ τῆς τοῦ παντὸς κινήσεως ἐν ἡμῖν τῶν πράξεων ἀρχή. Διὰ τοῦτο οὐκ ἔνεστιν ἐν τῇ τοῦ παντός. Διότι μὲν γὰρ ἀπὸ τῆς φύσεως παράγεται οὐδὲ ἀπὸ τῆς τοῦ παντὸς κινήσεως, πρεσβύτερα καὶ οὐκ ἀπὸ τοῦ παντὸς ἐνδιδομένη, προτέτακται· διότι γε μὴν ἀφ’ ὅλων τῶν τοῦ κόσμου μερίδων καὶ ἀπὸ πάντων στοιχείων μοῖρας τινὰς κατενεῖματο καὶ ταύταις πάσαις χρήται, περιέχεται αὐτὴ καὶ ἐν τῇ τῆς εἱμαρμένης διατάξει, συντελεῖ τε εἰς αὐτὴν καὶ συμπληροῖ τὴν ἐν αὐτῇ κατασκευὴν καὶ χρήται αὐτῇ δεόντως. Καὶ καθ’ ὅσον μὲν λόγον καθαρὸν αὐθυπόστατον καὶ αὐτοκίνητον ἀφ’ ἑαυτοῦ τε ἐνεργοῦντα καὶ τέλειον ἡ ψυχὴ συνείληφεν ἐν ἑαυτῇ, κατὰ τοσοῦτον ἀπόλυτός ἐστι πάντων τῶν ἐξωθεν· καθ’ ὅσον γε μὴν καὶ ζωὰς ἄλλας προβάλλει ῥεπούσας εἰς τὴν γένεσιν καὶ ἐπικοινωνεῖ τῷ σώματι, κατὰ τοσοῦτον ἔχει συμπλοκὴν καὶ πρὸς τὴν τοῦ κόσμου διάταξιν.