Ancient Greek
3.178.8
Joannes Stobaeus Anthologus, Anthologium 3.178.8
Unproofread scanNot analysed yet
παρειλήφαμεν. Ἡνίκα μὲν γὰρ ἂν τὰ χρεῖττονα αἰτία τῶν συν(όντων) ἢ, θεὸς ἐστὶν αὐτῶν ἐφορος, ὁπόταν δὲ τὰ ἐν αὐτὸν πάσης συντυχίας ἡ μεγαλοψυχία ἀπεργάζεται. Οὐδὲ γὰρ παρὰ φύσιν γίνεται· ἐξαρκεῖ γὰρ ἡ τῆς ψυχῆς ἀκρότης καὶ τελειότης τὴν ἀρίστην φύσιν συμπληρῶσαι τοῦ ἀνθρώπου. Καὶ μὴν τὰ γε ἐναντία εἶναι δοκοῦντα γυμνάζει καὶ συνέχει καὶ συναύξει τὴν ἀρετὴν καὶ οὐχ οἷόν ἐστι χωρὶς αὐτῶν καλοὺς κἀγαθοὺς γίγνεσθαι. Καὶ αὕτη τοίνυν ἡ διάθεσις τοῦ σπουδαίου τὸ καλὸν προτιμᾷ τε διαφερόντως καὶ τὴν τοῦ λόγου τελειότητα μόνην ἐν μακαρίᾳ ζωῇ τίθεται, τὰ δὲ ἄλλα ἐν οὐδενὸς μέρει περιορᾷ καὶ ἀτιμάζει.