Ancient Greek
3.179.2
Joannes Stobaeus Anthologus, Anthologium 3.179.2
Unproofread scanNot analysed yet
48 (45 H. ,47 G. M.) <Ἐν ταύτῳ> Ἐπεὶ τοίνυν ἐν ψυχῇ μὲν ἐστὶν ὁ ἄνθρωπος, ἡ δὲ ψυχὴ νοερὰ τε ἐστὶ καὶ ἀθάνατος, καὶ τὸ καλὸν ἄρα αὐτῆς καὶ τὸ ἀγαθὸν καὶ τὸ τέλος ἐνυπάρχει τῇ θείᾳ ζωῇ, τῶν δὲ θνητοειδῶν οὐδὲν κύριον ἢ συμβάλλεσθαι τι πρὸς τὴν τελείαν ζωὴν ἐστιν, ἢ παραλεῖν αὐτῆς τὴν εὐδαιμονίαν. Ὁλως γὰρ ἐν νοερᾷ μὲν ζωῇ τὸ μακάριον ἡμῖν ὑπάρχει· ταύτην δὲ οὐδὲν τῶν μέσων οὔτε ἐπιδιδόναι ποιεῖ οὔτ’ ἐστὶν ἀφαιρεῖσθαι. Μάτην ἄρα αἱ τύχαι καὶ τὰ ἄνισα δῶρα τῆς τύχης διατεθρύληται παρὰ τοῖς ἀνθρώποις.