Ancient Greek
3.199.3
Joannes Stobaeus Anthologus, Anthologium 3.199.3
Unproofread scanNot analysed yet
48 Πλάτωνος ἐκ τῆς πρὸς Ἀριστόδηρον ἐπι-5 στολῆς (ep. 10 p. 358c). Ἀκούω Δίωνος ἐν τοῖς μάλιστα ἑταῖρον εἶναι τέ σε νῦν καὶ γεγονέναι διὰ παντός, τὸ σοφώτατον ἥθος τῶν εἰς φιλοσοφίαν παρεχόμενον· τὸ γὰρ βέβαιον καὶ πιστὸν καὶ ὑγιές, τοῦτο ἐγὼ φημι εἶναι τὴν ἀληθινὴν φιλοσοφίαν, 10 τὰς δὲ ἄλλας τε καὶ εἰς ἄλλα τεινοῦσας σοφίας τε καὶ δεινότητας κομψότητας οἶμαι προσαγορεύων ὀρθῶς ὀνομάζειν.